Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.267 Joseph. AJ 9.272 (English) >>Joseph. AJ 9.276

9.270ἔπειτα θύει μὲν βοῦς ἑβδομήκοντα κριοὺς ἑκατὸν ἄρνας διακοσίους, τῷ πλήθει δὲ πρὸς εὐωχίαν ἐχαρίσατο βοῦς μὲν ἑξακοσίους τὰ δὲ λοιπὰ θρέμματα τρισχίλια· καὶ πάντα μὲν οἱ ἱερεῖς ἀκολούθως ἐποίησαν τῷ νόμῳ. τούτοις δʼ βασιλεὺς ἡδόμενος εὐωχεῖτο μετὰ τοῦ λαοῦ τῷ θεῷ χάριν ἔχειν ὁμολογῶν. 9.271ἐνστάσης δὲ τῆς τῶν ἀζύμων ἑορτῆς θύσαντες τὴν λεγομένην φάσκα τὰς ἄλλας τὸ λοιπὸν θυσίας ἐπετέλουν ἐπὶ ἡμέρας ἑπτά. τῷ δὲ πλήθει πάρεξ ὧν ἐκαλλιέρησαν αὐτοὶ ταύρους μὲν δισχιλίους θρέμματα δὲ ἑπτακισχίλια βασιλεὺς ἐχαρίσατο. τὸ δʼ αὐτὸ καὶ οἱ ἡγεμόνες ἐποίησαν· χιλίους μὲν γὰρ ταύρους ἔδοσαν αὐτοῖς θρέμματα δὲ χίλια καὶ τεσσαράκοντα. 9.272καὶ τοῦτον τὸν τρόπον ἀπὸ Σολόμωνος τοῦ βασιλέως οὐκ ἀχθεῖσα ἑορτὴ τότε πρῶτον λαμπρῶς καὶ φιλοτίμως ἐπετελέσθη. ὡς δὲ τὰ περὶ τὴν ἑορτὴν αὐτοῖς πέρας εἶχεν, ἐξελθόντες εἰς τὴν χώραν ἥγνισαν αὐτήν· 9.273καὶ τὴν πόλιν δὲ παντὸς ἐκάθηραν μιάσματος εἰδώλων, τάς τε καθημερινὰς θυσίας βασιλεὺς ἐκ τῶν ἰδίων ἐπιτελεῖσθαι διέταξε κατὰ τὸν νόμον, καὶ τοῖς ἱερεῦσι καὶ Ληουίταις τὰς δεκάτας ὥρισε παρὰ τοῦ πλήθους δίδοσθαι καὶ τὰς ἀπαρχὰς τῶν καρπῶν, ἵνʼ ἀεὶ τῇ θρησκείᾳ παραμένωσι καὶ τῆς θεραπείας ὦσιν ἀχώριστοι τοῦ θεοῦ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.267 Joseph. AJ 9.272 (English) >>Joseph. AJ 9.276

Powered by PhiloLogic